Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.196 Joseph. AJ 4.200 (English) >>Joseph. AJ 4.206

4.198ἔχει δὲ οὕτως διάταξις ἡμῶν τῶν νόμων τῶν ἀνηκόντων εἰς τὴν πολιτείαν. οὓς δὲ κοινοὺς ἡμῖν καὶ πρὸς ἀλλήλους κατέλιπε τούτους ὑπερεθέμην εἰς τὴν περὶ ἐθῶν καὶ αἰτιῶν ἀπόδοσιν, ἣν συλλαμβανομένου τοῦ θεοῦ μετὰ ταύτην ἡμῖν τὴν πραγματείαν συντάξασθαι πρόκειται. 4.199

Ἐπειδὰν τὴν Χαναναίων γῆν κτησάμενοι καὶ σχολὴν ἐν χρήσει τῶν ἀγαθῶν ἔχοντες πόλεις τὸ λοιπὸν ἤδη κτίζειν προαιρῆσθε, ταῦτα ποιοῦντες τῷ θεῷ φίλα πράξετε καὶ τὴν εὐδαιμονίαν βεβαίαν ἕξετε· 4.200ἱερὰ πόλις ἔστω μία τῆς Χαναναίων γῆς ἐν τῷ καλλίστῳ καὶ διʼ ἀρετὴν ἐπιφανεῖ, ἣν ἂν θεὸς ἑαυτῷ διὰ προφητείας ἕληται, καὶ νεὼς εἷς ἐν ταύτῃ ἔστω, καὶ βωμὸς εἷς ἐκ λίθων μὴ κατειργασμένων, ἀλλὰ λογάδην συγκειμένων, οἳ κονιάματι χρισθέντες εὐπρεπεῖς τε εἶεν καὶ καθάριοι πρὸς τὴν θέαν. 4.201 δʼ ἐπὶ τοῦτον πρόσβασις ἔστω μὴ διὰ βαθμίδων, ἀλλὰ προσχώσεως αὐτῷ καταπρανοῦς γενομένης. ἐν ἑτέρᾳ δὲ πόλει μήτε βωμὸς μήτε νεὼς ἔστω· θεὸς γὰρ εἷς καὶ τὸ Ἑβραίων γένος ἕν. 4.202

δὲ βλασφημήσας θεὸν καταλευσθεὶς κρεμάσθω διʼ ἡμέρας καὶ ἀτίμως καὶ ἀφανῶς θαπτέσθω. 4.203

Συνερχέσθωσαν δὲ εἰς ἣν ἀποφήνωσι πόλιν τὸν νεὼν τρὶς τοῦ ἔτους οἱ ἐκ τῶν περάτων τῆς γῆς, ἧς ἂν Ἑβραῖοι κρατῶσιν, ὅπως τῷ θεῷ τῶν μὲν ὑπηργμένων εὐχαριστῶσι καὶ περὶ τῶν εἰς τὸ μέλλον παρακαλῶσι καὶ συνιόντες ἀλλήλοις καὶ συνευωχούμενοι προσφιλεῖς ὦσι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.196 Joseph. AJ 4.200 (English) >>Joseph. AJ 4.206

Powered by PhiloLogic